Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 17.14 Dem. 17.17 (English) >>Dem. 17.20

17.16ἔτι δʼ ἕτερον δείξω τὸ λελυκὸς τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐκ τῶν πόλεων τῶν κοινωνουσῶν τῆς εἰρήνης μὴ ἐξεῖναι φυγάδας ὁρμήσαντας ὅπλʼ ἐπιφέρειν ἐπὶ πολέμῳ ἐπὶ μηδεμίαν πόλιν τῶν μετεχουσῶν τῆς εἰρήνης· εἰ δὲ μή, ἔκσπονδον εἶναι τὴν πόλιν ἐξ ἧς ἂν ὁρμήσωσιν. οὕτω τοίνυν ῥᾳδίως ἐπήνεγκε τὰ ὅπλʼ Μακεδὼν ὥστʼ οὐδὲ κατέθετο πώποτε, ἀλλʼ ἔτι καὶ νῦν ἔχων περιέρχεται καθʼ ὅσον δύναται, καὶ τοσούτῳ νῦν μᾶλλον πρότερον, ὅσῳ ἐκ προστάγματος ἄλλους θʼ ἑτέρωσε καὶ τὸν παιδοτρίβην εἰς Σικυῶνα κατήγαγεν. 17.17οὐκοῦν εἰ δεῖ πείθεσθαι ταῖς κοιναῖς ὁμολογίαις, καθάπερ οὗτοί φασιν, ἔκσπονδοι ἡμῖν εἰσιν αὗται αἱ πόλεις αἱ ταῦτα διαπεπραγμέναι. εἰ μὲν οὖν δεῖ ἐπικρύπτεσθαι τἀληθῆ, οὐδὲν δεῖ λέγειν ὅτι εἰσὶν αἱ Μακεδονικαί· εἰ δʼ οὐκ ἀνιᾶσιν οἱ καθʼ ὑμῶν τῷ Μακεδόνι ὑπηρέται προστάττοντες πράττειν τὰ ἐν ταῖς κοιναῖς ὁμολογίαις, πεισθῶμεν αὐτοῖς, ἐπειδὴ τὰ δίκαια λέγουσι, καί, καθάπερ κελεύει ὅρκος, ἐκσπόνδους αὐτοὺς ποιήσαντες βουλευσώμεθα πῶς δεῖ χρῆσθαι τοῖς δεσποτικῶς καὶ ἀσελγῶς διακειμένοις καὶ διὰ τέλους τὰ μὲν ἐπιβουλεύουσι, τὰ δʼ ἐπιτάττουσι, καὶ καταγελῶσι τῆς κοινῆς εἰρήνης. 17.18διὰ τί γὰρ οὐ φήσουσιν οὗτοι δεῖν ταῦθʼ οὕτως ἔχειν; ὁμολογίαν τὴν μὲν κατὰ τῆς πόλεως οὖσαν βεβαίαν ἀξιοῦσιν εἶναι, τὴν δὲ σῴζουσαν οὐ συγχωρήσουσιν; ἆρα δίκαιον ταῦτα γίγνεσθαι; κἂν μέν τι πρὸς τῶν ἐχθρῶν κατὰ τῆς πόλεως ἐν τοῖς ὅρκοις, τοῦτο μὲν ἰσχυρὸν ἀεὶ ποιήσουσιν· ἐὰν δέ τι ἡμέτερον κατʼ ἐκείνων ἅμα δίκαιον καὶ συμφέρον, πρὸς τοῦτο δὲ μαχομένους οὐδέποτε παύσασθαι οἰήσονται δεῖν ἑαυτούς;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 17.14 Dem. 17.17 (English) >>Dem. 17.20

Powered by PhiloLogic